Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.338 Joseph. AJ 7.341 (English) >>Joseph. AJ 7.346

7.339τὸν δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδʼ ἀποδειλιάσας πρὸς αὐτό· πάντα γάρ σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω. 7.340γίνωσκε χρυσοῦ μὲν ἤδη τάλαντα συνειλεγμένα μύρια, δέκα δʼ ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων· ἂν δέ τι τούτοις προσδέῃ, σὺ προσθήσεις. 7.341γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην.” προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν· καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς εὐσεβεῖς καὶ δικαίους θεὸς ἀνθρώπους. 7.342οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη. 7.343

Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδʼ ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.338 Joseph. AJ 7.341 (English) >>Joseph. AJ 7.346

Powered by PhiloLogic